Αναζήτηση σε αυτό το ιστολόγιο

Γλώσσα

Κυριακή 1 Ιανουαρίου 2017

ΚΑΤΑΒΑΣΙΑΙ τῶν Θε­ο­φα­νεί­ων

Αποτέλεσμα εικόνας για θεοφανεια εθιμα



ΚΑΤΑΒΑΣΙΑΙ Τῶν Θε­ο­φα­νεί­ων (πε­ζαί). (ἰ­αμ­βι­καί)
Ψάλ­λον­ται ἀ­πὸ 2ας μέ­χρι 5ης Ἰ­α­νου­α­ρί­ου μό­ναι αἱ πε­ζαί, ἀ­πὸ 7ης μέ­χρι 13ης Ἰ­α­νου­α­ρί­ου μό­ναι αἱ ἰ­αμ­βι­καί, τῇ δὲ 1ῃ, 6ῃ καὶ 14ῃ Ἰ­α­νου­α­ρί­ου ἀμ­φό­τε­ραι.
ᾨ­δὴ α´. Ἦ­χος β´. Βυ­θοῦ ἀ­νε­κά­λυ­ψε πυθ­μέ­να * καὶ δι­ὰ ξη­ρᾶς οἰ­κεί­ους ἕλ­κει, * ἐν αὐ­τῷ κα­τα­κα­λύ­ψας ἀν­τι­πά­λους, * ὁ κρα­ται­ὸς * ἐν πο­λέ­μοις Κύ­ρι­ος· * ὅ­τι δε­δό­ξα­σται.
ᾨ­δὴ α´. Ἦ­χος β´. Στεί­βει θα­λάσ­σης * κυ­μα­τού­με­νον σά­λον, Ἤ­πει­ρον αὖ­θις, * Ἰσ­ρα­ήλ, δε­δειγ­μέ­νον. Μέ­λας δὲ πόν­τος * τρι­στά­τας Αἰ­γυ­πτί­ων Ἔ­κρυ­ψεν ἄρ­δην * ὑ­δα­τό­στρω­τος τά­φος Ῥώ­μῃ κρα­ται­ᾷ * δε­ξι­ᾶς τοῦ Δε­σπό­του.  
ᾨ­δὴ γ´. Ἰ­σχὺν ὁ δι­δοὺς * τοῖς βα­σι­λεῦ­σιν ἡ­μῶν Κύ­ρι­ος * καὶ κέ­ρας χρι­στῶν αὐ­τοῦ ὑ­ψῶν, * Παρ­θέ­νου ἀ­πο­τί­κτε­ται, * μο­λεῖ δὲ πρὸς τὸ βά­πτι­σμα· * δι­ό, πι­στοί, βο­ή­σω­μεν· * Οὐκ ἔ­στιν ἅ­γι­ος * ὡς ὁ Θε­ὸς ἡ­μῶν * καὶ οὐκ ἔ­στι δί­και­ος * πλήν σου, Κύ­ρι­ε.
ᾨ­δὴ γ´. Ὅ­σοι πα­λαι­ῶν * ἐ­κλε­λύ­με­θα βρό­χων, Βο­ρῶν λε­όν­των * συν­τε­θλα­σμέ­νων μύ­λας, Ἀ­γαλ­λι­ῶ­μεν * καὶ πλα­τύ­νω­μεν στό­μα, Λό­γῳ πλέ­κον­τες * ἐκ λό­γων με­λῳ­δί­αν, ᾯ τῶν πρὸς ἡ­μᾶς * ἥ­δε­ται δω­ρη­μά­των.   ᾨ­δὴ δ´. Ἀ­κή­κο­ε, Κύ­ρι­ε, φω­νῆς σου, * ὃν εἶ­πας, Φω­νὴ βο­ῶν­τος ἐν ἐ­ρή­μῳ, * ὅ­τε ἐ­βρόν­τη­σας * πολ­λῶν ἐ­πὶ ὑ­δά­των, * τῷ σῷ μαρ­τυ­ρού­με­νος Υἱ­ῷ· * ὅ­λος γε­γο­νὼς τοῦ πα­ρόν­τος * Πνεύ­μα­τος δὲ ἐ­βό­η­σε· * Σὺ εἶ Χρι­στός, * Θε­οῦ σο­φί­α καὶ δύ­να­μις.
ᾨ­δὴ δ´. Πυρ­σῷ κα­θαρ­θεὶς * μυ­στι­κῆς θε­ω­ρί­ας, Ὑ­μνῶν προ­φή­της * τὴν βρο­τῶν και­νουρ­γί­αν, Ῥή­γνυ­σι γῆ­ρυν * Πνεύ­μα­τι κρο­του­μέ­νην, Σάρ­κω­σιν ἐμ­φαί­νου­σαν * ἀρ­ρή­του Λό­γου, ᾯ τῶν δυ­να­στῶν * τὰ κρά­τη συ­νε­τρί­βη.   ᾨ­δὴ ε´. Ἰ­η­σοῦς ὁ ζω­ῆς ἀρ­χη­γὸς * λῦ­σαι τὸ κα­τά­κρι­μα ἥ­κει * Ἀ­δὰμ τοῦ πρω­το­πλά­στου· * κα­θαρ­σί­ων δὲ ὡς Θε­ὸς μὴ δε­ό­με­νος, * τῷ πε­σόν­τι κα­θαί­ρε­ται * ἐν τῷ Ἰ­ορ­δά­νῃ· * ἐν ᾧ τὴν ἔ­χθραν κτεί­νας, * ὑ­πε­ρέ­χου­σαν πάν­τα νοῦν * εἰ­ρή­νην χα­ρί­ζε­ται.
ᾨ­δὴ ε´. Ἐ­χθροῦ ζο­φώ­δους * καὶ βε­βορ­βο­ρω­μέ­νου, Ἰ­ὸν κα­θάρ­σει * Πνεύ­μα­τος λε­λου­μέ­νοι, Νέ­αν προ­σωρ­μί­σθη­μεν * ἀ­πλα­νῆ τρί­βον, Ἄ­γου­σαν ἀ­πρό­σι­τον * εἰς θυ­μη­δί­αν, Μό­νοις προ­σι­τήν, * οἷς Θε­ὸς κα­τηλ­λά­γη.   ᾨ­δὴ στ´. Ἡ φω­νὴ τοῦ Λό­γου, * ὁ λύ­χνος τοῦ φω­τός, ὁ ἑ­ω­σφό­ρος, * ὁ τοῦ ἡ­λί­ου Πρό­δρο­μος, * ἐν τῇ ἐ­ρή­μῳ * Με­τα­νο­εῖ­τε, πᾶ­σι βο­ᾷ τοῖς λα­οῖς, * καὶ προ­κα­θαί­ρε­σθε· * ἰ­δοὺ γὰρ πά­ρε­στι Χρι­στὸς * ἐκ φθο­ρᾶς τὸν κό­σμον λυ­τρού­με­νος. ᾨ­δὴ Ϛ´.
Ἱ­μερ­τὸν ἐ­ξέ­φη­νε * σὺν πα­νολ­βί­ῳ Ἤ­χῳ Πα­τήρ, * ὃν γα­στρὸς ἐ­ξη­ρεύ­ξα­το. Ναί, φη­σίν, οὗ­τος * συμ­φυ­ὴς γό­νος πέ­λων, Φώ­ταυ­γος ἐ­ξώ­ρου­σεν * ἀν­θρώ­πων γέ­νους, Λό­γος τέ μου ζῶν * καὶ βρο­τὸς προ­μη­θεί­ᾳ.   ᾨ­δὴ ζ´. Νέ­ους εὐ­σε­βεῖς * κα­μί­νῳ πυ­ρὸς προ­σο­μι­λή­σαν­τας * δι­α­συ­ρί­ζον πνεῦ­μα δρό­σου * ἀ­βλα­βεῖς δι­ε­φύ­λα­ξε * καὶ θεί­ου ἀγ­γέ­λου συγ­κα­τά­βα­σις· * ὅ­θεν ἐν φλο­γὶ δρο­σι­ζό­με­νοι * εὐ­χα­ρί­στως ἀ­νέ­μελ­πον· * Ὑ­πε­ρύ­μνη­τε, * ὁ τῶν πα­τέ­ρων Κύ­ρι­ος * καὶ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.
ᾨ­δὴ ζ´. Ἔ­φλε­ξε ῥεί­θρῳ * τῶν δρα­κόν­των τὰς κά­ρας, Ὁ τῆς κα­μί­νου * τὴν με­τάρ­σι­ον φλό­γα, Νέ­ους φέ­ρου­σαν * εὐ­σε­βεῖς κα­τευ­νά­σας· Τὴν δυ­σκά­θε­κτον * ἀ­χλὺν ἐξ ἁ­μαρ­τί­ας Ὅ­λην πλύ­νει δὲ * τῇ δρό­σῳ τοῦ Πνεύ­μα­τος. ᾨ­δὴ η´.   ᾨ­δὴ η´. Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον, * ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας. Μυ­στή­ρι­ον πα­ρά­δο­ξον * ἡ Βα­βυ­λῶ­νος ἔ­δει­ξε κά­μι­νος * πη­γά­σα­σα δρό­σον· * ὅ­τι ῥεί­θροις ἔ­μελ­λεν * ἄυ­λον πῦρ εἰσ­δέ­χε­σθαι * ὁ Ἰ­ορ­δά­νης, καὶ στέ­γειν * σαρ­κὶ βα­πτι­ζό­με­νον τὸν Κτί­στην· * ὃν εὐ­λο­γοῦ­σι λα­οὶ * καὶ ὑ­πε­ρυ­ψοῦ­σιν * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.
ᾨ­δὴ η´. Ἐ­λευ­θέ­ρα μὲν * ἡ κτί­σις γνω­ρί­ζε­ται· Υἱ­οὶ δὲ φω­τὸς * οἱ πρὶν ἐ­σκο­τι­σμέ­νοι. Μό­νος στε­νά­ζει * τοῦ σκό­τους ὁ προ­στά­της. Νῦν εὐ­λο­γεί­τω * συν­τό­νως τὸν αἴ­τι­ον Ἡ πρὶν τά­λαι­να * τῶν ἐ­θνῶν παγ­κλη­ρί­α. * * * Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´. Με­γά­λυ­νον, ψυ­χή μου, * τὴν τι­μι­ω­τέ­ραν * τῶν ἄ­νω στρα­τευ­μά­των. Ἀ­πο­ρεῖ πᾶ­σα γλῶσ­σα * εὐ­φη­μεῖν πρὸς ἀ­ξί­αν· * ἰ­λιγ­γι­ᾷ δὲ νοῦς καὶ ὑ­περ­κό­σμι­ος * ὑ­μνεῖν σε, Θε­ο­τό­κε· * ὅ­μως, ἀ­γα­θὴ ὑ­πάρ­χου­σα, * τὴν πί­στιν δέ­χου· * καὶ γὰρ τὸν πό­θον οἶ­δας * τὸν ἔν­θε­ον ἡ­μῶν· * σὺ γὰρ Χρι­στι­α­νῶν εἶ προ­στά­τις· * σὲ με­γα­λύ­νο­μεν.
Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´. Με­γά­λυ­νον, ψυ­χή μου, * τὴν λυ­τρω­σα­μέ­νην * ἡ­μᾶς ἐκ τῆς κα­τά­ρας. Ὢ τῶν ὑ­πὲρ νοῦν* τοῦ τό­κου σου θαυ­μά­των, Νύμ­φη πά­να­γνε, * Μῆ­τερ εὐ­λο­γη­μέ­νη! Δι᾿ ἧς τυ­χόν­τες * παν­τε­λοῦς σω­τη­ρί­ας, Ἐ­πά­ξι­ον κρο­τοῦ­μεν * ὡς εὐ­ερ­γέ­τῃ, Δῶ­ρον φέ­ρον­τες * ὕ­μνον εὐ­χα­ρι­στί­ας